Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ταχὺ δὲ τῆς φλογὸς ἐν ὕλῃ πυκνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφείσης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκος οὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρεσκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρατόπεδον πυρός, ἐπ᾽ ὀλίγον συστελλόμενοι τόπον ἐξέπιπτον ὑπ᾽ ἀνάγκης πρὸς ὡπλισμένους καὶ παρατεταγμένους πρὸ τοῦ χάρακος τοὺς πολεμίους, καὶ τούτων μὲν ὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθέντας ἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοι τὰ χρήματα διήρπασαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.