Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἕτεροι δὲ τούτων τὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶ τῷ τοῦ Ῥωμύλου πάθει:
[p. 180]
κατὰ ταύτην γὰρ ἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης, ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, ὡς δ᾽ ἔνιοι νομίζουσιν, ἐκλείψεως ἡλίου γενομένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπου νώνας Καπρατίνας κληθῆναι, τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν ὁ δὲ Ῥωμύλος ἠφανίσθη δημηγορῶν Περὶ τὸ τῆς αἰγὸς ἕλος προσαγορευόμενον, ὡς ἐν τοῖς Περὶ ἐκείνου γέγραπται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.