previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27.

Θουκυδίδης μὲν οὖν καὶ Χάρων Λαμψακηνὸς ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν: Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτι δ᾽ ἄλλοι πλείονες, πρὸς αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδ᾽ αὐτοῖς ἀτρέμα συνταττομένοις. [2] δ᾽ οὖν Θεμιστοκλῆς γενόμενος παρ᾽ αὐτὸ τὸ δεινὸν ἐντυγχάνει πρῶτον Ἀρταβάνῳ τῷ χιλιάρχῳ λέγων, Ἕλλην μὲν εἶναι, βούλεσθαι δ᾽ ἐντυχεῖν βασιλεῖ περὶ μεγίστων πραγμάτων καὶ πρὸς τυγχάνει μάλιστα σπουδάζων ἐκεῖνος. δέ φησιν: ‘ ξένε, νόμοι διαφέρουσιν ἀνθρώπων: ἄλλα δ᾽ ἄλλοις καλά: καλὸν δὲ πᾶσι τὰ οἰκεῖα κοσμεῖν καὶ σώζειν. [3] ὑμᾶς μὲν οὖν ἐλευθερίαν μάλιστα θαυμάζειν καὶ ἰσότητα λόγος: ἡμῖν δὲ πολλῶν νόμων καὶ καλῶν ὄντων κάλλιστος οὗτός ἐστι, τιμᾶν βασιλέα, καὶ προσκυνεῖν ὡς εἰκόνα θεοῦ τοῦ τὰ πάντα σώζοντος. εἰ μὲν οὖν ἐπαινῶν τὰ ἡμέτερα προσκυνήσεις, ἔστι σοι καὶ θεάσασθαι βασιλέα καὶ προσειπεῖν: εἰ δ᾽ ἄλλο τι φρονεῖς, ἀγγέλοις ἑτέροις χρήσῃ πρὸς αὐτόν. βασιλεῖ γὰρ οὐ πάτριον ἀνδρὸς ἀκροᾶσθαι μὴ προσκυνήσαντος.’ [4] ταῦτα Θεμιστοκλῆς ἀκούσας λέγει πρὸς αὐτόν: ‘ἀλλ᾽ ἔγωγε τὴν βασιλέως, Ἀρτάβανε, φήμην καὶ δύναμιν αὐξήσων ἀφῖγμαι, καὶ αὐτός τε πείσομαι τοῖς ὑμετέροις νόμοις, ἐπεὶ θεῷ τῷ μεγαλύνοντι Πέρσας οὕτω δοκεῖ, καὶ δι᾽ ἐμὲ πλείονες τῶν νῦν βασιλέα προσκυνήσουσιν. ὥστε τοῦτο μηδὲν ἐμποδὼν ἔστω τοῖς λόγοις, οὓς βούλομαι πρὸς ἐκεῖνον εἰπεῖν.’ [5]τίνα δ᾽,’ εἶπεν Ἀρτάβανος, ‘Ἑλλήνων ἀφῖχθαί σε φῶμεν; οὐ γὰρ ἰδιώτῃ τὴν γνώμην ἔοικας.’ καὶ Θεμιστοκλῆς: ‘τοῦτ᾽ οὐκέτ᾽ ἄν,’ ἔφη, ‘πύθοιτό τις, Ἀρτάβανε, πρότερος βασιλέως.’

οὕτω μὲν Φανίας φησίν. δ᾽ Ἐρατοσθένης ἐν τοῖς Περὶ πλούτου προσιστόρησε, διὰ γυναικὸς Ἐρετρικῆς, ἣν χιλίαρχος εἶχε, τῷ Θεμιστοκλεῖ τὴν πρὸς αὐτὸν ἔντευξιν γενέσθαι καὶ σύστασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: