Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἀλλ᾽ ἐν ἑκατὸν ἑβδομήκοντα τοῖς πρώτοις
ἔτεσι ναοὺς μὲν οἰκοδομού μεν οι καὶ καλιάδας ἱερὰς ἱστῶντες, ἄγαλμα
δὲ οὐδὲν ἔμμορφον ποιούμενοι διετέλουν, ὡς οὔτε ὅσιον ἀφομοιοῦν τὰ
βελτίονα τοῖς χείροσιν οὔτε ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως ἢ νοήσει,
κομιδῆ δὲ καὶ τὰ τῶν θυσιῶν ἔχεται τῆς Πυθαγορικῆς ἁγιστείας:
ἀναίμακτοι γάρ ἦσαν αἵ γε πολλαί, δι᾽ ἀλφίτου καὶ σπονδῆς καὶ τῶν
εὐτελεστάτων πεποιημέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.