Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα δὲ ὁ Νομᾶς ἐπ᾽ εὐνοίᾳ καὶ χάριτι
τοῦ δήμου πολιτευσάμενος εὐθὺς ἐπεχείρει τὴν πόλιν, ὥσπερ σίδηρον, ἐκ
σκληρᾶς καὶ πολεμικῆς μαλακωτέραν ποιῆσαι καὶ δικαιοτέραν. ἀτεχνῶς γὰρ ἣν
Πλάτων ἀποκαλεῖ φλεγμαίνουσαν πόλιν ἐκείνη τότ᾽ ἦν, συστᾶσα μὲν εὐθὺς
ἐξ ἀρχῆς τόλμῃ τινὶ καὶ παραβόλῳ θρασύτητι τῶν θρασυτάτων καὶ
μαχιμωτάτων ἐκεῖ πανταχόθεν ὠσαμένων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.