next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔστι δὲ καὶ περὶ τῶν Νομᾶ τοῦ βασιλέως χρόνων, καθ᾽ οὓς γέγονε, νεανικὴ διαφορά, καίπερ ἐξ ἀρχῆς εἰς τοῦτον κατάγεσθαι τῶν στεμμάτων ἀκριβῶς δοκούντων. ἀλλὰ Κλώδιός τις ἐν ἐλέγχῳ χρόνων οὕτω γάρ πως ἐπιγέγραπται τὸ βιβλίον ἰσχυρίζεται τὰς μὲν ἀρχαίας ἐκείνας ἀναγραφὰς ἐν τοῖς Κελτικοῖς πάθεσι τῆς πόλεως ἠφανίσθαι, τὰς δὲ νῦν φαινομένας οὐκ ἀληθῶς συγκεῖσθαι δι᾽ ἀνδρῶν χαριζομένων τισὶν εἰς τὰ πρῶτα γένη καὶ τοὺς ἐπιφανεστάτους οἴκους ἐξ οὐ προσηκόντων εἰσβιαζομένοις. [2] λεγομένου δὲ οὖν ὡς Νομᾶς γένοιτο Πυθαγόρου συνήθης, οἱ μὲν ὅλως ἀξιοῦσι μηδὲν Ἑλληνικῆς παιδεύσεως Νομᾷ μετεῖναι, καθάπερ φύσει δυνατὸν καὶ αὐτάρκη γενέσθαι πρὸς ἀρετὴν βελτίονι Πυθαγόρου βαρβάρῳ τινὶ τὴν τοῦ βασιλέως ἀποδοῦναι παίδευσιν οἱ δὲ Πυθαγόραν μὲν ὀψὲ γενέσθαι, τῶν Νομᾶ χρόνων ὁμοῦ τι πέντε γενεαῖς ἀπολειπόμενον, [3] Πυθαγόρου δὲ τὸν Σπαρτιάτην Ὀλύμπια νενικηκότα στάδιον ἐπὶ τῆς ἑκκαιδεκάτης Ὀλυμπιάδος, ἧς ἔτει τρίτῳ Νομᾶς εἰς τὴν βασιλείαν κατέστη, πλανηθέντα περὶ τὴν Ἰταλίαν συγγενέσθαι τῷ Νομᾷ καὶ [p. 308] συνδιακοσμῆσαι τὴν πολιτείαν, ὅθεν οὐκ ὀλίγα τοῖς Ῥωμαϊκοῖς ἐπιτηδεύμασι τῶν Λακωνικῶν ἀναμεμῖχθαι Πυθαγόρου διδάξαντος, ἄλλως δὲ Νομᾶς γένος μὲν ἦν ἐκ Σαβίνων, Σαβῖνοι δὲ βούλονται Λακεδαιμονίων ἑαυτοὺς ἀποίκους γεγονέναι. [4] τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον, ἀπ᾽ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν δὲ παρειλήφαμεν ἡμεῖς ἄξια λόγου περὶ Νομᾶ, διέξιμεν ἀρχὴν οἰκείαν λαβόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: