Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ᾽ ἔνεικαν
μαντείας τε θεοῦ καὶ τελέεντ᾽ ἔπεα:
ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις,
πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας
ἄνδρας,
εὐθείαις ῥήτραις ἀνταπαμειβομένους.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας
διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε
τῇ ῥήτρᾳ παρενέγραψαν: ‘αἰ δὲ σκολιὰν ὁ δᾶμος
ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν,’ τοῦτ᾽
ἔστι μὴ κυροῦν, ἀλλ᾽ ὅλως ἀφίστασθαι καὶ [p. 224] διαλύειν τὸν
δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον.
ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που
Τυρταῖος ἐπιμέμνηται διὰ τούτων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.