Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οἱ δ̓ ἑταῖροι καὶ οἰκεῖοι
διαδοχήν τινα καὶ σύνοδον ἐπὶ πολλοὺς χρόνους διαμείνασαν κατέστησαν, καὶ
τὰς ἡμέρας ἐν αἷς συνήρχοντο Λυκουργίδας προσηγόρευσαν. Ἀριστοκράτης δὲ
ὁ Ἱππάρχου φησὶ τοὺς ξένους τοῦ Λυκούργου τελευτήσαντος ἐν Κρήτῃ
καῦσαι τὸ σῶμα καὶ διασπεῖραι τὴν τέφραν εἰς τὴν θάλατταν, αὐτοῦ
δεηθέντος καὶ φυλαξαμένου μή ποτε ἄρα τῶν λειψάνων εἰς Λακεδαίμονα
κομισθέντων, ὡς ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων, μεταβάλωσι
τὴν πολιτείαν. ταῦτα μὲν οὖν περὶ τοῦ Λυκούργου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.