Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
δι᾽ ὅπερ καὶ Ἀριστοτέλης ἐλάττονας
σχεῖν φησι τιμὰς ἢ προσῆκον ἦν αὐτὸν ἔχειν ἐν Λακεδαίμονι, καίπερ
ἔχοντα τὰς μεγίστας. ἱερόν τε γάρ ἐστιν αὐτοῦ, καὶ θύουσι καθ᾽ ἕκαστον
ἐνιαυτὸν ὡς θεῷ. λέγεται δὲ καὶ τῶν λειψάνων αὐτοῦ κομισθέντων οἴκαδε
κεραυνὸν εἰς τὸν [p. 302] τάφον κατασκῆψαι: τοῦτο δὲ οὐ ῥᾳδίως
ἑτέρῳ τινὶ τῶν ἐπιφανῶν πλὴν Εὐριπίδῃ συμπεσεῖν ὕστερον, τελευτήσαντι
καὶ ταφέντι τῆς Μακεδονίας περὶ Ἀρέθουσαν. ὥστε ἀπολόγημα καὶ
μαρτύριον μέγα εἶναι τοῖς ἀγαπῶσι τὸν Εὐριπίδην τὸ μόνῳ συμπεσεῖν
αὐτῷ μετὰ τελευτὴν 1 ἃ τῷ θεοφιλεστάτῳ καὶ ὁσιωτάτῳ
πρότερον συνέπεσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.