Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
εἰς ὃ καὶ Στρατόνικος
ἐπισκῶψαι δοκεῖ, μετὰ παιδιᾶς νομοθετῶν καὶ κελεύων Ἀθηναίους ἄγειν
μυστήρια καὶ πομπάς, Ἠλείους δὲ ἀγωνοθετεῖν, ὡς κάλλιστα τοῦτο
ποιοῦντας, Λακεδαιμονίους δέ, ἂν ἁμαρτάνωσιν [p. 300] οὗτοι,
δέρεσθαι. καὶ τοῦτο μὲν εἴρηται χάριν τοῦ γελοίου: Ἀντισθένης δὲ ὁ
Σωκρατικὸς ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ὁρῶν τοὺς Θηβαίους μέγα
φρονοῦντας, οὐδὲν αὐτοὺς ἔφη διαφέρειν παιδαρίων
ἐπὶ τῷ συγκόψαι τὸν παιδαγωγὸν γαυριώντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.