Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τὰς μὲν οὖν τοιαύτας χαλεπότητας ὕστερον
ἐγγενέσθαι τοῖς Σπαρτιάταις νομίζω, μάλιστά μετὰ τὸν μέγαν σεισμόν, ᾧ
συνεπιθέσθαι τοὺς εἵλωτας μετὰ Μεσσηνίων ἱστοροῦσι, καὶ πλεῖστα κακὰ τὴν
χώραν ἐργάσασθαι καὶ μέγιστον τῇ πόλει περιστῆσαι κίνδυνον. οὐ γὰρ ἂν
ἔγωγε προσθείην Λυκούργῳ μιαρὸν οὕτω τῆς κρυπτείας ἔργον ἀπὸ τῆς
ἄλλης αὐτοῦ πρᾳότητος καὶ δικαιοσύνης τεκμαιρόμενος τὸν τρόπον, ᾧ καὶ
τὸ δαιμόνιον ἐπεμαρτύρησε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.