previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν καὶ τὰ περὶ τὰς ταφὰς ἄριστα διεκόσμησεν αὐτοῖς. 1 πρῶτον μὲν γάρ ἀνελὼν δεισιδαιμονίαν ἅπασαν ἐν τῇ πόλει θάπτειν τοὺς νεκρούς, καὶ πλησίον ἔχειν τὰ μνήματα τῶν ἱερῶν οὐκ ἐκώλυσε, συντρόφους ποιῶν ταῖς τοιαύταις ὄψεσι καὶ συνήθεις τοὺς νέους, ὥστε μὴ ταράττεσθαι μηδ᾽ ὀρρωδεῖν τὸν θάνατον ὡς μιαίνοντα τοὺς ἁψαμένους νεκροῦ σώματος διὰ τάφων διελθόντας. ἔπειτα συνθάπτειν οὐδὲν εἴασεν, ἀλλὰ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντες τὸ σῶμα περιέστελλον. [2] ἐπιγράψαι δὲ τοὔνομα θάψαντας οὐκ ἐξῆν τοῦ νεκροῦ, πλὴν ἀνδρὸς ἐν πολέμῳ καὶ γυναικὸς τῶν ἱερῶν ἀποθανόντων, χρόνον δὲ πένθους ὀλίγον προσώρισεν, ἡμέρας ἕνδεκα: τῇ δὲ δωδεκάτῃ θύσαντας ἔδει Δήμητρι λύειν τὸ πάθος. οὐδὲν γάρ ἦν ἀργὸν οὐδὲ ἀφειμένον, ἀλλὰ πᾶσι κατεμίγνυε τοῖς ἀναγκαίοις ἀρετῆς τινα ζῆλον κακίας διαβολὴν καὶ κατεπύκνου παραδειγμάτων πλήθει τὴν πόλιν, οἷς ἀναγκαῖον ἦν ἐντυγχάνοντας ἀεὶ καὶ συντρεφομένους ἄγεσθαι καὶ κατασχηματίζεσθαι ἰόντας πρὸς τὸ καλόν. [p. 288]

[3] ὅθεν οὐδ᾽ ἀποδημεῖν ἔδωκε τοῖς βουλομένοις καὶ πλανᾶσθαι, ξενικὰ συνάγοντας ἤθη καὶ μιμήματα βίων ἀπαιδεύτων καὶ πολιτευμάτων διαφόρων, ἀλλὰ καὶ τοὺς ἀθροιζομένους ἐπ᾽ οὐδενὶ χρησίμῳ καὶ παρεισρέοντας εἰς τὴν πόλιν ἀπήλαυνεν, οὐχ, ὡς Θουκυδίδης φησί, δεδιὼς μὴ τῆς πολιτείας μιμηταὶ γένωνται καὶ πρὸς ἀρετήν τι χρήσιμον ἐκμάθωσιν, ἀλλὰ μᾶλλον ὅπως μὴ διδάσκαλοι κακοῦ τινος ὑπάρξωσιν. [4] ἅμα γάρ ξένοις σώμασιν ἀνάγκη λόγους ἐπεισιέναι ξένους: λόγοι δὲ καινοὶ κρίσεις καινὰς ἐπιφέρουσιν. ἐξ ὧν ἀνάγκη πάθη πολλὰ φύεσθαι καὶ προαιρέσεις ἀπᾳδούσας πρὸς τὴν καθεστῶσαν πολιτείαν, ὥσπερ ἁρμονίαν. διὸ μᾶλλον ᾤετο χρῆναι φυλάττειν τὴν πόλιν ὅπως ἠθῶν οὐκ ἀναπλησθήσεται πονηρῶν σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων.

1 αὐτοῖς Coraës and Bekker, after Bryan: αὐτός (himself).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: