Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν
οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ τῶν συγγενῶν
καὶ τῶν ἐραστῶν ἐποιοῦντο τᾶς ἀναγκαίας οἰκονομίας. τοῖς δὲ
πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ
μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τᾶς καλουμένας λέσχας
ἀναστρέφεσθαι. καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετ᾽
ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν ἢ χρείαν ἀγοραῖον
συντελούντων:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.