previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ τῶν ἐραστῶν ἐποιοῦντο τᾶς ἀναγκαίας οἰκονομίας. τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τᾶς καλουμένας λέσχας ἀναστρέφεσθαι. καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετ᾽ ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν χρείαν ἀγοραῖον συντελούντων: [2] ἀλλὰ τὸ πλεῖστον ἦν τῆς τοιαύτης διατριβῆς ἔργον ἐπαινεῖν τι τῶν καλῶν, τῶν αἰσχρῶν ψέγειν, μετὰ παιδιᾶς καὶ γέλωτος, ἐλαφρῶς ὑποφέροντος εἰς νουθεσίαν καὶ διόρθωσιν. οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς Λυκοῦργος: ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης [p. 282] ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τᾶς τοιαύτας διατριβάς.

[3] τὸ δὲ ὅλον εἴθιζε τοὺς πολίτας μὴ βούλεσθαι μηδὲ ἐπίστασθαι κατ᾽ ἰδίαν ζῆν, ἀλλ᾽ ὥσπερ τᾶς μελίττας τῷ κοινῷ συμφυεῖς ὄντας ἀεὶ καὶ μετ᾽ ἀλλήλων εἱλουμένους περὶ τὸν ἄρχοντα, μικροῦ δεῖν ἐξεστῶτας ἑαυτῶν ὑπ᾽ ἐνθουσιασμοῦ καὶ φιλοτιμίας, ὅλους εἶναι τῆς πατρίδος: ὡς ἔστι καὶ φωναῖς τισιν αὐτῶν ἀποθεωρῆσαι τὴν διάνοιαν. [4] μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους πόλις ἔχει: Πολυκρατίδας δὲ πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθ᾽ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν δημοσίᾳ πεμφθέντες, εἶπεν, ‘αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.’ [5] δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆθλον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως: μεγαλυνόντων δὲ ἐκείνων τὸν ἄνδρα καὶ λεγόντων ὡς οὐκ ἔχει τοιοῦτον ἄλλον Σπάρτη: ‘μὴ λέγετε,’ εἶπεν, ‘ ξένοι: καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: