previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν. οὐδεὶς γὰρ ἦν ἀφειμένος ὡς ἐβούλετο ζῆν, ἀλλ᾽ οἷον ἐν στρατοπέδῳ τῇ πόλει καὶ δίαιταν ἔχοντες ὡρισμένην καὶ διατριβὴν περὶ τὰ κοινά, καὶ ὅλως νομίζοντες οὐχ αὑτῶν, ἀλλὰ τῆς πατρίδος εἶναι διετέλουν, εἰ μή τι πράττειν ἕτερον εἴη προστεταγμένον , ἐπισκοποῦντες τοὺς παῖδας, καὶ διδάσκοντές τι τῶν χρησίμων μανθάνοντες αὐτοὶ παρὰ τῶν πρεσβυτέρων, [2] καὶ γὰρ ἕν τι τοῦτο τῶν καλῶν ἦν καὶ μακαρίων παρεσκεύασε τοῖς ἑαυτοῦ πολίταις Λυκοῦργος, ἀφθονία σχολῆς, οἷς τέχνης μὲν ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐφεῖτο, χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδ᾽ ὁτιοῦν ἔδει, διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον γεγονέναι καὶ ἄτιμον. [3] οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν, ἀποφορὰν τὴν εἰρημένην τελοῦντες, ἐπιδημῶν δὲ τίς Ἀθήνησι δικαστηρίων ὄντων, καὶ πυθόμενὸς τινα δίκην ἀργίας ὠφληκότα βαδίζειν ἀθυμοῦντα [p. 280] καὶ προπεμπόμενον ὑπὸ τῶν φίλων συναχθομένων καὶ βαρέως φερόντων, ἐδεῖτο δεῖξαι τοὺς συμπαρόντας αὐτῷ τίς ἐστιν τὴν ἐλευθερίας 1 ἑαλωκὼς δίκην. οὕτω δουλοπρεπὲς ἡγοῦντο τὴν περὶ τὰς τέχνας καὶ τὸν χρηματισμὸν ἀσχολίαν. [4] δίκαι δέ, ὡς εἰκός, ἐξέλιπον ἅμα τῷ νομίσματι, μήτε πλεονεξίας μήτε ἀπορίας αὐτοῖς παρούσης, ἰσότητος δὲ ἐν εὐπορίᾳ καὶ ῥᾳστώνης δι᾽ εὐτέλειαν γεγενημένης. χοροὶ δὲ καὶ θαλίαι καὶ εὐωχίαι καὶ διατριβαὶ περί τε θήρας καὶ γυμνάσια καὶ λέσχας τὸν ἅπαντα χρόνον ἐπέχωρίαζον, ὅτε μὴ στρατευόμενοι τύχοιεν.

1 ἐλευθερίας, Sintenis2 with Coraës, after Bryan; ἐλευθερίαν MSS., Sintenis1, and Bekker.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), AR´GIAS GRAPHE´
    • A Dictionary of Greek and Roman Antiquities (1890), SERVUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: