Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐχρῶντο δὲ καὶ γυμνασίοις μαλακωτέροις
παρὰ τὰς στρατείας, καὶ τὴν ἄλλην δίαιταν οὐχ οὕτω κεκολασμένην οὐδ᾽
ὑπεύθυνον τοῖς νέοις παρεῖχον, ὥστε μόνοις ἀνθρώπων ἐκείνοις τῆς εἰς
τὸν πόλεμον ἀσκήσεως ἀνάπαυσιν εἶναι τὸν πόλεμον. ἤδη δὲ συντεταγμένης
τῆς φάλαγγος αὐτῶν καὶ τῶν πολεμίων παρόντων,1 ὁ βασιλεὺς
ἅμα τήν τε χίμαιραν ἐσφαγιάζετο καὶ στεφανοῦσθαι παρήγγελλε πᾶσι καὶ τοὺς
αὐλητὰς αὐλεῖν ἐκέλευε τὸ Καστόρειον μέλος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.