Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς
δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί. Λεωνίδας ὁ βασιλεὺς ἀκαίρως
τινὸς περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ‘ὦ
ξένε,’ εἶπεν, ‘οὐκ ἐν δέοντι χρέῃ τῷ
δέοντι.’ Χαρίλαος δὲ ὁ ἀδελφιδοῦς τοῦ Λυκούργου περὶ τῆς
ὀλιγότητος αὑτοῦ τῶν νόμων ἐρωτηθείς, εἶπεν ὡς οἱ λόγοις μὴ χρώμενοι
πολλοῖς οὐδὲ νόμων δέονται πολλῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.