Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αὐτοῦ πάντες ἀπὸ τῆς
πλησίον πηγῆς, γενομένων δὲ τῶν ὁρκίων 1 συναγαγόντα τοὺς μεθ᾽
ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν: οὐδενὸς δὲ καρτερήσαντος,
ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον ἔτι
τῶν πολεμίων παρόντων ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν, ὡς μὴ πάντων
πιόντων.
ἀλλὰ καίπερ ἐπὶ τούτοις θαυμάζοντες αὐτὸν οὐκ ἀπὸ τούτου τὴν οἰκίαν,
ἀλλὰ τοῦ παιδὸς αὐτοῦ προσηγόρευσαν Εὐρυπωντίδας, ὅτι δοκεῖ πρῶτος
Εὐρυπῶν τὸ ἄγαν μοναρχικὸν ἀνεῖναι τῆς βασιλείας, δημαγωγῶν καὶ
χαριζόμενος τοῖς πολλοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.