Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπιτάσσει δὲ τοῖς μὲν ἁδροῖς ξύλα φέρειν, τοῖς
δὲ μικροτέροις λάχανα, καὶ φέρουσι κλέπτοντες, οἱ μὲν ἐπὶ τοὺς κήπους
βαδίζοντες, οἱ δὲ εἰς τὰ τῶν ἀνδρῶν συσσίτια παρεισρέοντες εὖ μάλα
πανούργως καὶ πεφυλαγμένως: ἂν δ̓ ἁλῷ, πολλὰς λαμβάνει πληγὰς τῇ
μάστιγι, ῥᾳθύμως δοκῶν κλέπτειν καὶ ἀτέχνως. κλέπτουσι δὲ καὶ τῶν
σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν
ἢ ῥᾳθύμως φυλάττουσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.