Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
αὑτοῖς. καὶ λόγος ἀπομνημονεύεται
Γεράδα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου τί
πάσχουσιν οἱ μοιχοὶ παρ᾽ αὑτοῖς, [p. 254] εἶπεν: ‘ὦ ξένε, οὐδεὶς γίνεται μοιχὸς παρ᾽ ἡμῖν.’
ἐκείνου δὲ ὑπολαβόντος, ‘ἐὰν οὖν γένηται;’
‘ταῦρον,’ ἔφη ὁ Γεράδας, ‘ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα
πίεται.’ θαυμάσαντος δ̓ ἐκείνου καὶ φήσαντος: ‘πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος;’ γελάσας ὁ Γεράδας, ‘πῶς δ̓ ἄν,’ ἔφη, ‘ἐν
Σπάρτῃ μοιχὸς γένοιτο;’ ταῦτα μὲν οὖν ἱστόρηται περὶ τῶν γάμων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.