Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τὰ
μέν γε σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ
ἀκοντίων διεπόνησεν, ὡς ἥ τε τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν
ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα βλαστάνοι [p. 246] βέλτιον, αὐταί τε
μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι καλῶς ἅμα καὶ ῥᾳδίως
ἀγωνίζοιντο πρὸς τὰς ὠδῖνας. ἀφελὼν δὲ θρύψιν καὶ σκιατραφίαν καὶ
θηλύτητα πᾶσαν οὐδὲν ἧττον εἴθισε τῶν κόρων τὰς κόρας γυμνάς τε
πομπεύειν καὶ πρὸς ἱεροῖς τισιν ὀρχεῖσθαι καὶ
ἄδειν τῶν νέων παρόντων καὶ θεωμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.