Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
δίδωσι δὲ καὶ Ξενοφῶν ὑπόνοιαν ἀρχαιότητος
ἐν οἷς τὸν ἄνδρα λέγει γεγονέναι κατὰ τοὺς
Ἡρακλείδας. γένει μὲν γὰρ Ἡρακλεῖδαι δήπουθεν ἦσαν καὶ οἱ νεώτατοι
τῶν ἐν Σπάρτῃ βασιλέων, ὁ δὲ ἔοικε βουλομένῳ τοὺς πρώτους ἐκείνους
καὶ σύνεγγυς Ἡρακλέους ὀνομάζειν Ἡρακλείδας.
οὐ μὴν ἀλλὰ καίπερ οὕτως πεπλανημένης τῆς ἱστορίας, πειρασόμεθα τοῖς
βραχυτάτας ἔχουσιν ἀντιλογίας ἢ γνωριμωτάτους μάρτυρας ἑπόμενοι τῶν
γεγραμμένων περὶ τοῦ ἀνδρὸς ἀποδοῦναι τὴν διήγησιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.