Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
συνθεμένων δὲ τὴν ἔριν ὄρνισιν αἰσίοις βραβεῦσαι, καὶ καθεζομένων χωρίς, ἕξ φασι τῷ Ῥέμῳ, διπλασίους δὲ τῷ
Ῥωμύλῳ προφανῆναι γῦπας: οἱ δὲ τὸν μὲν Ῥέμον ἀληθῶς ἰδεῖν, ψεύσασθαι δὲ τὸν Ῥωμύλον, ἐλθόντος δὲ τοῦ
Ῥέμου, τότε τοὺς δώδεκα τῷ Ῥωμύλῳ φανῆναι: διὸ καὶ
νῦν μάλιστα χρῆσθαι γυψὶ Ῥωμαίους οἰωνιζομένους.
Ἡρόδωρος δ᾽ ὁ Ποντικὸς ἱστορεῖ καὶ
τὸν Ἡρακλέα χαίρειν γυπὸς ἐπὶ πράξει φανέντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.