previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. Ἀμουλίου δ᾽ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτ᾽ οἰκεῖν μὴ ἄρχοντες οὔτ᾽ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος, ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθ᾽ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες: αὕτη γὰρ εὐπρεπεστάτη τῶν αἰτιῶν ἐστιν. [2] ἦν δ᾽ ἴσως ἀναγκαῖον, οἰκετῶν καὶ ἀποστατῶν πολλῶν ἠθροισμένων πρὸς αὐτούς, καταλυθῆναι παντάπασι τούτων διασπαρέντων, συνοικεῖν ἰδίᾳ μετ᾽ αὐτῶν. ὅτι γὰρ οὐκ ἠξίουν οἱ τὴν Ἄλβην οἰκοῦντες ἀναμειγνύναι τοὺς ἀποστάτας ἑαυτοῖς οὐδὲ προσδέχεσθαι πολίτας, ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον, οὐχ ὕβρει τολμηθὲν ἀλλὰ δι᾽ ἀνάγκην, ἑκουσίων ἀπορίᾳ γάμων: ἐτίμησαν γὰρ αὐτὰς ἁρπάσαντες περιττῶς. [3] ἔπειτα τῆς πόλεως τὴν πρώτην ἵδρυσιν λαμβανούσης, ἱερόν τι φύξιμον τοῖς ἀφισταμένοις κατασκευάσαντες, Θεοῦ Ἀσυλαίου προσηγόρευον, ἐδέχοντο πάντας, οὔτε δεσπόταις δοῦλον οὔτε θῆτα χρήσταις οὔτ᾽ ἄρχουσιν ἀνδροφόνον ἐκδιδόντες, ἀλλὰ μαντεύματι πυθοχρήστῳ πᾶσι βεβαιοῦν τὴν ἀσυλίαν φάσκοντες, ὥστε πληθῦσαι ταχὺ τὴν πόλιν, ἐπεὶ τάς γε πρώτας ἑστίας λέγουσι τῶν χιλίων μὴ πλείονας γενέσθαι. ταῦτα μὲν οὖν ὕστερον.

[4] Ὁρμήσασι δὲ πρὸς τὸν συνοικισμὸν αὐτοῖς εὐθὺς ἦν διαφορὰ περὶ τοῦ τόπου. Ῥωμύλος μὲν οὖν τὴν καλουμένην Ῥώμην κουαδράτανὅπερ ἐστὶ τετράγωνονἔκτισε, καὶ ἐκεῖνον ἐβούλετο πολίζειν τὸν τόπον, Ῥέμος δὲ χωρίον τι τοῦ Ἀβεντίνου καρτερόν, δι᾽ ἐκεῖνον μὲν ὠνομάσθη Ῥεμωρία, νῦν δὲ Ῥιγνάριον καλεῖται. [5] συνθεμένων δὲ τὴν ἔριν ὄρνισιν αἰσίοις βραβεῦσαι, καὶ καθεζομένων χωρίς, ἕξ φασι τῷ Ῥέμῳ, διπλασίους δὲ τῷ Ῥωμύλῳ προφανῆναι γῦπας: οἱ δὲ τὸν μὲν Ῥέμον ἀληθῶς ἰδεῖν, ψεύσασθαι δὲ τὸν Ῥωμύλον, ἐλθόντος δὲ τοῦ Ῥέμου, τότε τοὺς δώδεκα τῷ Ῥωμύλῳ φανῆναι: διὸ καὶ νῦν μάλιστα χρῆσθαι γυψὶ Ῥωμαίους οἰωνιζομένους.

Ἡρόδωρος δ᾽ Ποντικὸς ἱστορεῖ καὶ τὸν Ἡρακλέα χαίρειν γυπὸς ἐπὶ πράξει φανέντος. [6] ἔστι μὲν γὰρ ἀβλαβέστατον ζῴων ἁπάντων, μηδὲν ὧν σπείρουσιν φυτεύουσιν νέμουσιν ἄνθρωποι σινόμενον, τρέφεται δ᾽ ἀπὸ νεκρῶν σωμάτων, ἀποκτίννυσι δ᾽ οὐδὲν οὐδὲ λυμαίνεται ψυχὴν ἔχον, πτηνοῖς δὲ διὰ συγγένειαν οὐδὲ νεκροῖς πρόσεισιν. ἀετοὶ δὲ καὶ γλαῦκες καὶ ἱέρακες ζῶντα κόπτουσι τὰ ὁμόφυλα καὶ φονεύουσι: καίτοι κατ᾽ Αἰσχύλον

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
[7] ἔτι τἆλλα μὲν ἐν ὀφθαλμοῖς ὡς ἔπος εἰπεῖν ἀναστρέφεται καὶ παρέχει διὰ παντὸς αἴσθησιν ἑαυτῶν, δὲ γὺψ σπάνιόν ἐστι θέαμα, καὶ νεοσσοῖς γυπὸς οὐ ῥᾳδίως ἴσμεν ἐντετυχηκότες, ἀλλὰ καὶ παρέσχεν ἐνίοις ἄτοπον ὑπόνοιαν, ἔξωθεν αὐτοὺς ἀφ᾽ ἑτέρας τινὸς γῆς καταίρειν ἐνταῦθα, τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδ᾽ ἀφ᾽ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: