Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καλεῖται δὲ νῦν ὁ τόπος Βήλαβρον, ὅτι τοῦ ποταμοῦ πολλάκις ὑπερχεομένου διεπεραιοῦντο πορθμείοις κατὰ τοῦτο τὸ χωρίον εἰς ἀγοράν:
τὴν δὲ πορθμείαν βηλατούραν καλοῦσιν.
ἔνιοι δὲ λέγουσι
τὴν εἰς τὸν ἱππόδρομον φέρουσαν ἐξ ἀγορᾶς πάροδον
ἱστίοις καταπεταννύναι τοὺς τὴν θέαν παρέχοντας, ἐντεῦθεν ἀρχομένους: ῥωμαϊστὶ δὲ τὸ ἱστίον βῆλον ὀνομάζουσι. διὰ ταῦτα μὲν ἔχει τιμὰς ἡ δευτέρα Λαρεντία
παρὰ Ῥωμαίοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.