previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἔτει δὲ πέμπτῳ τῆς Τατίου βασιλείας οἰκεῖοί τινες αὐτοῦ καὶ συγγενεῖς πρέσβεσιν ἀπὸ Λαυρέντου βαδίζουσιν εἰς Ῥώμην ἐντυχόντες καθ᾽ ὁδόν, ἐπεχείρουν ἀφαιρεῖσθαι τὰ χρήματα βίᾳ, καὶ μὴ προϊεμένους ἀλλ᾽ ἀμυνομένους ἀνεῖλον. ἔργου δὲ δεινοῦ τολμηθέντος, μὲν Ῥωμύλος εὐθὺς δεῖν ᾤετο κολάζεσθαι τοὺς ἀδικήσαντας, δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε. [2] καὶ τοῦτο μόνον αὐτοῖς ὑπῆρξεν αἴτιον ἐμφανοῦς διαφορᾶς: τὰ δ᾽ ἄλλα κατακοσμοῦντες ἑαυτούς, ὡς ἔνι μάλιστα κοινῶς ἐχρῶντο καὶ μεθ᾽ ὁμονοίας τοῖς πράγμασιν. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι πάσης ἐξειργόμενοι δίκης νομίμου διὰ τὸν Τάτιον, ἀποκτιννύουσιν αὐτὸν ἐν Λαβινίῳ θύοντα μετὰ Ῥωμύλου προσπεσόντες, τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα προὔπεμψαν εὐφημοῦντες. [3] δὲ τὸ μὲν σῶμα τοῦ Τατίου κομίσας ἐντίμως ἔθαψε, καὶ κεῖται περὶ τὸ καλούμενον Ἀρμιλούστριον ἐν Ἀουεντίνῳ, τῆς δὲ δίκης τοῦ φόνου παντάπασιν ἠμέλησεν. ἔνιοι δὲ τῶν συγγραφέων ἱστοροῦσι, τὴν μὲν πόλιν τῶν Λαυρεντίων φοβηθεῖσαν ἐκδιδόναι τοὺς αὐτόχειρας Τατίου, τὸν δὲ Ῥωμύλον ἀφεῖναι, φήσαντα φόνον φόνῳ λελύσθαι. [4] τοῦτο δὲ λόγον μέν τινα παρέσχε καὶ ὑποψίαν, ὡς ἀσμένῳ γέγονεν αὐτῷ τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι, τῶν δὲ πραγμάτων οὐδὲν διετάραξεν, οὐδὲ διεστασίασε τοὺς Σαβίνους, ἀλλ᾽ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς αὐτόν, οἱ δὲ φόβῳ τῆς δυνάμεως, οἱ δ᾽ ὡς θεῶν χρώμενον εἰς πᾶν εὐνοίᾳν,1 θαυμάζοντες διετέλουν.

[5] ἐθαύμαζον δὲ πολλοὶ καὶ τῶν ἐκτὸς ἀνθρώπων τὸν Ῥωμύλον, οἱ δὲ προγενέστεροι Λατῖνοι πέμψαντες αὐτῷ φιλίαν ἐποιήσαντο καὶ συμμαχίαν. Φιδήνας δ᾽ εἷλεν, ἀστυγείτονα τῆς Ῥώμης πόλιν, ὡς μὲν ἔνιοί φασιν, ἐξαίφνης τοὺς ἱππέας πέμψας καὶ κελεύσας ὑποτεμεῖν τῶν πυλῶν τοὺς στρόφιγγας, εἶτ᾽ ἐπιφανεὶς αὐτὸς ἀπροσδοκήτως: [6] ἕτεροι δὲ λέγουσι προτέρους ἐκείνους ἐμβαλόντας ἐλάσασθαί τε λείαν καὶ καθυβρίσαι πολλὰ τὴν χώραν καὶ τὸ προάστειον, ἐνέδρας δὲ τὸν Ῥωμύλον θέμενον αὐτοῖς καὶ διαφθείραντα πολλοὺς λαβεῖν τὴν πόλιν. οὐ μὴν ἀνεῖλεν οὐδὲ κατέσκαψεν, ἀλλὰ Ῥωμαίων ἐποίησεν ἀποικίαν, δισχιλίους καὶ πεντακοσίους ἀποστείλας οἰκήτορας εἰδοῖς Ἀπριλίαις.

1 χρώμενοι εἰς πᾶσαν εὔνοιαν MSS., Coraës; Bekker corrects to χ ώμενον εἰς πᾶν εὐμενεῖ (because heaven favoured him in all his undertakings.)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: