Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ γὰρ δὴ χρόνος ἐκεῖνος ἤνεγκεν ἀνθρώπους χειρῶν μὲν ἔργοις καὶ ποδῶν τάχεσι καὶ σωμάτων ῥώμαις, ὡς ἔοικεν, ὑπερφυεῖς καὶ ἀκαμάτους, πρὸς οὐδὲν δὲ τῇ φύσει χρωμένους ἐπιεικὲς οὐδὲ ὠφέλιμον, ἀλλ᾽ ὕβρει τε χαίροντας ὑπερηφάνῳ, καὶ ἀπολαύοντας τῆς δυνάμεως ὠμότητι καὶ πικρίᾳ, καὶ τῷ κρατεῖν τε καὶ βιάζεσθαι καὶ διαφθείρειν τὸ παραπῖπτον, αἰδῶ δὲ καὶ δικαιοσύνην καὶ τὸ ἴσον καὶ τὸ φιλάνθρωπον, ὡς ἀτολμίᾳ τοῦ ἀδικεῖν καὶ φόβῳ τοῦ ἀδικεῖσθαι τοὺς πολλοὺς ἐπαινοῦντας, οὐδὲν οἰομένους προσήκειν τοῖς πλέον ἔχειν δυναμένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.