previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

τὸν μὲν οὖν ἄλλον χρόνον ἔκρυπτεν Αἴθρα τὴν ἀληθινὴν τοῦ Θησέως γένεσιν: ἦν δὲ λόγος ὑπὸ τοῦ Πιτθέως διαδοθεὶς ὡς ἐκ Ποσειδῶνος τεκνωθείη. Ποσειδῶνα γὰρ Τροιζήνιοι σέβονται διαφερόντως, καὶ θεὸς οὗτός ἐστιν αὐτοῖς πολιοῦχος, καὶ καρπῶν ἀπάρχονται καὶ τρίαιναν ἐπίσημον ἔχουσι τοῦ νομίσματος. [2] ἐπεὶ δὲ μειράκιον ὤν, ἅμα τῇ τοῦ σώματος ῥώμῃ διέφαινεν ἀλκὴν καὶ φρόνημα μετὰ νοῦ καὶ συνέσεως βέβαιον, οὕτως αὐτὸν Αἴθρα πρὸς τὴν πέτραν προσαγαγοῦσα, καὶ φράσασα περὶ τῆς γενέσεως τἀληθές, ἐκέλευσεν ὑφελεῖν τὰ πατρῷα σύμβολα καὶ πλεῖν εἰς Ἀθήνας. [3] δὲ τὴν μὲν πέτραν ὑπέδυ καὶ ῥᾳδίως ἀνέωσε, πλεῖν δὲ ἀπέγνω, καίπερ οὔσης ἀσφαλείας καὶ δεομένων τοῦ τε πάππου καὶ τῆς μητρός. χαλεπὸν γὰρ ἦν πεζῇ πορεύεσθαι τὴν εἰς Ἀθήνας ὁδόν, οὐδὲν μέρος καθαρὸν οὐδὲ ἀκίνδυνον ὑπὸ λῃστῶν καὶ κακούργων ἔχουσαν. [4]

γὰρ δὴ χρόνος ἐκεῖνος ἤνεγκεν ἀνθρώπους χειρῶν μὲν ἔργοις καὶ ποδῶν τάχεσι καὶ σωμάτων ῥώμαις, ὡς ἔοικεν, ὑπερφυεῖς καὶ ἀκαμάτους, πρὸς οὐδὲν δὲ τῇ φύσει χρωμένους ἐπιεικὲς οὐδὲ ὠφέλιμον, ἀλλ᾽ ὕβρει τε χαίροντας ὑπερηφάνῳ, καὶ ἀπολαύοντας τῆς δυνάμεως ὠμότητι καὶ πικρίᾳ, καὶ τῷ κρατεῖν τε καὶ βιάζεσθαι καὶ διαφθείρειν τὸ παραπῖπτον, αἰδῶ δὲ καὶ δικαιοσύνην καὶ τὸ ἴσον καὶ τὸ φιλάνθρωπον, ὡς ἀτολμίᾳ τοῦ ἀδικεῖν καὶ φόβῳ τοῦ ἀδικεῖσθαι τοὺς πολλοὺς ἐπαινοῦντας, οὐδὲν οἰομένους προσήκειν τοῖς πλέον ἔχειν δυναμένοις. [5] τούτων Ἡρακλῆς τοὺς μὲν ἐξέκοπτε καὶ ἀνῄρει περιϊών, οἱ δὲ λανθάνοντες ἐκείνου παριόντος ἔπτησσον καὶ ἀνεδύοντο καὶ παρημελοῦντο ταπεινὰ πράττοντες. ἐπεὶ δὲ Ἡρακλῆς ἐχρήσατο συμφορᾷ, καὶ κτείνας Ἴφιτον εἰς Λυδίαν ἀπῆρε καὶ συχνὸν ἐκεῖ χρόνον ἐδούλευε παρ᾽ Ὀμφάλῃ, δίκην τοῦ φόνου ταύτην ἐπιθεὶς αὑτῷ, τότε τὰ μὲν Λυδῶν πράγματα πολλὴν ἔσχεν εἰρήνην καὶ ἄδειαν: ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις αὖθις ἐξήνθησαν αἱ κακίαι καὶ ἀνερράγησαν, οὐδενὸς πιεζοῦντος οὐδὲ κατείργοντος. [6]

ἦν οὖν ὀλέθριος πορεία τοῖς Ἀθήναζε πεζῇ βαδίζουσιν ἐκ Πελοποννήσου: καὶ τῶν κακούργων ἕκαστον ἐξηγούμενος Πιτθεὺς ὁποῖος εἴη καὶ ὁποῖα δρῴη περὶ τοὺς ξένους, ἔπειθε τὸν Θησέα κομίζεσθαι διὰ θαλάττης. τὸν δὲ πάλαι μέν, ὡς ἔοικε, λεληθότως διέκαιεν δόξα τῆς Ἡρακλέους ἀρετῆς, καὶ πλεῖστον ἐκείνου λόγον εἶχε, καὶ προθυμότατος ἀκροατὴς ἐγίνετο τῶν διηγουμένων ἐκεῖνον οἷος εἴη, μάλιστα δὲ τῶν αὐτὸν ἑωρακότων καὶ πράττοντι καὶ λέγοντι [7] προστετυχηκότων: τότε δὲ παντάπασιν ἦν φανερὸς πεπονθὼς ὅπερ ὕστερον χρόνοις πολλοῖς Θεμιστοκλῆς ἔπαθε, καὶ εἶπεν ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ Μιλτιάδου τρόπαιον: οὕτως ἐκείνῳ τοῦ Ἡρακλέους θαυμάζοντι τὴν ἀρετήν, καὶ νύκτωρ ὄνειρος ἦσαν αἱ πράξεις, καὶ μεθ᾽ ἡμέραν ἐξῆγεν αὐτὸν ζῆλος καὶ ἀνηρέθιζε ταὐτὰ πράττειν διανοούμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: