previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35.

Ἀϊδωνέως δὲ τοῦ Μολοσσοῦ ξενίζοντος Ἡρακλέα καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, τε πράξοντες ἦλθον καὶ φωραθέντες ἔπαθον, βαρέας ἤνεγκεν Ἡρακλῆς, τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δὲ ἀπολλυμένου. καὶ περὶ Πειρίθου μὲν οὐδὲν ᾤετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρῃτεῖτο καὶ χάριν ἠξίου ταύτην αὐτῷ δοθῆναι. [2] συγχωρήσαντος δὲ τοῦ Ἀϊδωνέως, λυθεὶς Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐτοῦ κεκρατημένων, καὶ ὅσα ὑπῆρχε τεμένη πρότερον αὐτῷ τῆς πόλεως ἐξελούσης ἅπαντα καθιέρωσε τῷ Ἡρακλεῖ καὶ προσηγόρευσεν ἀντὶ Θησείων Ἡράκλεια, πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν. αὖθις1 δὲ βουλόμενος ὡς πρότερον ἄρχειν καὶ καθηγεῖσθαι τοῦ πολιτεύματος εἰς στάσεις ἐνέπεσε καὶ ταραχάς, οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτὸν εὑρίσκων τὸ μὴ φοβεῖσθαι τῷ μισεῖν προσειληφότας, ἐν δὲ τῷ δήμῳ πολὺ τὸ διεφθαρμένον ὁρῶν καὶ θεραπεύεσθαι βουλόμενον ἀντὶ τοῦ ποιεῖν σιωπῇ τὸ προσταττόμενον. [3] ἐπιχειρῶν οὖν βιάζεσθαι κατεδημαγωγεῖτο καὶ κατεστασιάζετο. καὶ τέλος ἀπογνοὺς τὰ πράγματα τοὺς μὲν παῖδας εἰς Εὔβοιαν ὑπεξέπεμψε πρὸς Ἐλεφήνορα τὸν Χαλκώδοντος, αὐτὸς δὲ Γαργηττοῖ κατὰ τῶν Ἀθηναίων ἀρὰς θέμενος, οὗ νῦν ἔστι τὸ καλούμενον Ἀρατήριον, εἰς Σκῦρον ἐξέπλευσεν, οὔσης αὐτῷ πρὸς τοὺς ἐκεῖ φιλίας, ὡς ᾤετο, καὶ χωρίων ἐν τῇ νήσῳ πατρῴων. ἐβασίλευε δὲ Λυκομήδης τότε τῶν Σκυρίων. [4] πρὸς τοῦτον οὖν ἀφικόμενος ἐζήτει τοὺς ἀγροὺς ἀπολαβεῖν, ὡς αὐτόθι κατοικήσων: ἔνιοι δέ φασι παρακαλεῖν αὐτὸν βοηθεῖν ἐπὶ τοὺς Ἀθηναίους. δὲ Λυκομήδης, εἴτε δείσας τὴν δόξαν τοῦ ἀνδρός, εἴτε τῷ Μενεσθεῖ χαριζόμενος, ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀναγαγὼν αὐτόν, ὡς ἐκεῖθεν ἐπιδείξων τοὺς ἀγρούς, ὦσε κατὰ τῶν πετρῶν καὶ διέφθειρεν. ἔνιοι δ᾽ ἀφ᾽ ἑαυτοῦ πεσεῖν φασι σφαλέντα, μετὰ δεῖπνον, [5] ὥσπερ εἰώθει, περιπατοῦντα. καὶ παραυτίκα μὲν οὐδεὶς ἔσχεν αὐτοῦ λόγον οὐδένα τεθνηκότος, ἀλλὰ τῶν μὲν Ἀθηναίων ἐβασίλευσε Μενεσθεύς, οἱ δὲ παῖδες ἰδιωτεύοντες Ἐλεφήνορι συνεστράτευσαν εἰς Ἴλιον. ἐκεῖ δὲ Μενεσθέως ἀποθανόντος ἐπανελθόντες αὐτοὶ τὴν βασιλείαν ἀνεκομίσαντο. χρόνοις δ᾽ ὕστερον Ἀθηναίους ἄλλα τε παρέστησεν ὡς ἥρωα τιμᾶν Θησέα, καὶ τῶν ἐν Μαραθῶνι πρὸς Μήδους μαχομένων ἔδοξαν οὐκ ὀλίγοι φάσμα Θησέως ἐν ὅπλοις καθορᾶν πρὸ αὐτῶν ἐπὶ τοὺς βαρβάρους φερόμενον.

1 αὖθις Coraës, after Reiske: εὐθύς (at once).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: