previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32.

ἐν δὲ τῷ χρόνῳ τούτῳ Μενεσθεὺς Πετεὼ τοῦ Ὀρνέως τοῦ Ἐρεχθέως πρῶτος, ὥς φασιν, ἀνθρώπων ἐπιθέμενος τῷ δημαγωγεῖν καὶ πρὸς χάριν ὄχλῳ διαλέγεσθαι, τούς τε δυνατοὺς συνίστη καὶ παρώξυνε, πάλαι βαρυνομένους τὸν Θησέα καὶ νομίζοντας ἀρχὴν καὶ βασιλείαν ἀφῃρημένον ἑκάστου τῶν κατὰ δῆμον εὐπατριδῶν, εἰς ἓν ἄστυ συνείρξαντα πάντας ὑπηκόοις χρῆσθαι καὶ δούλοις, τούς τε πολλοὺς διετάραττε καὶ διέβαλλεν, ὡς ὄναρ ἐλευθερίας ὁρῶντας, ἔργῳ δὲ ἀπεστερημένους πατρίδων καὶ ἱερῶν, ὅπως ἀντὶ πολλῶν καὶ ἀγαθῶν καὶ γνησίων βασιλέων πρὸς ἕνα δεσπότην ἔπηλυν καὶ ξένον ἀποβλέπωσι. [2] ταῦτα δὲ αὐτοῦ πραγματευομένου μεγάλην ῥοπὴν πόλεμος τῷ νεωτερισμῷ προσέθηκε, τῶν Τυνδαριδῶν ἐπελθόντων: οἱ δὲ καὶ ὅλως φασὶν ὑπὸ τούτου πεισθέντας ἐλθεῖν.

τὸ μὲν οὖν πρῶτον οὐδὲν ἠδίκουν, ἀλλ᾽ ἀπῄτουν τὴν ἀδελφήν. ἀποκριναμένων δὲ τῶν ἐν ἄστει μήτε ἔχειν μήτε γινώσκειν ὅπου καταλέλειπται, πρὸς πόλεμον ἐτράποντο. [3] φράζει δὲ αὐτοῖς Ἀκάδημος ᾐσθημένος δή τινι τρόπῳ τὴν ἐν Ἀφίδναις κρύψιν αὐτῆς. ὅθεν ἐκείνῳ τε τιμαὶ ζῶντι παρὰ τῶν Τυνδαριδῶν ἐγένοντο, καὶ πολλάκις ὕστερον εἰς τὴν Ἀττικὴν ἐμβαλόντες Λακεδαιμόνιοι καὶ πᾶσαν ὁμοῦ τὴν χώραν τέμνοντες, τῆς Ἀκαδημείας ἀπείχοντο διὰ τὸν Ἀκάδημον. [4] δὲ Δικαίαρχος Ἐχεδήμου1 φησὶ καὶ Μαράθου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας, ἀφ᾽ οὗ μὲν Ἐχεδημίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφ᾽ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι πρὸ τῆς παρατάξεως.

ἐλθόντες οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες ἐξεῖλον τὸ χωρίον. [5] ἐνταῦθά φασι καὶ Ἄλυκον πεσεῖν τὸν Σκείρωνος υἱόν, συστρατευόμενον τότε τοῖς Διοσκούροις, ἀφ᾽ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἄλυκον καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας δ᾽ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἄλυκον ἱστόρηκε, καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέχεται περὶ τοῦ Ἀλύκου:

τὸν ἐν εὐρυχόρῳ ποτ᾽ Ἀφίδνῃ
μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκ᾽ ἠϋκόμοιο κτεῖνεν.
Οὐ μὴν εἰκὸς αὐτοῦ Θησέως παρόντος ἁλῶναι τήν τε μητέρα καὶ τὰς Ἀφίδνας.

1 Ἐχεδήμου with Coraës, Sintenis1, and Bekker, after Xylander: Ἐχέμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: