Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
αὐτὸς δὲ Πειρίθῳ τὴν ὑπουργίαν ἀποδιδούς, εἰς Ἤπειρον συναπεδήμησεν ἐπὶ τὴν Ἀϊδωνέως θυγατέρα τοῦ Μολοσσῶν βασιλέως, ὃς τῇ γυναικὶ Φερσεφόνην ὄνομα θέμενος, Κόρην δὲ τῇ θυγατρί, τῷ δὲ κυνὶ Κέρβερον, ἐκέλευε τούτῳ διαμάχεσθαι τοὺς μνωμένους τὴν παῖδα καὶ λαβεῖν τὸν κρατήσαντα. τοὺς μέντοι περὶ τὸν Πειρίθουν οὐ μνηστῆρας ἥκειν, ἀλλ᾽ ἁρπασομένους πυνθανόμενος συνέλαβε: καὶ τὸν μὲν Πειρίθουν εὐθὺς ἠφάνισε διὰ τοῦ κυνός, τὸν δὲ Θησέα καθείρξας ἐφύλαττεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.