Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἄγουσι δὲ καὶ τὴν τῶν ὠσχοφορίων ἑορτὴν Θησέως καταστήσαντος. οὐ γὰρ ἁπάσας αὐτὸν ἐξαγαγεῖν τὰς λαχούσας τότε παρθένους, ἀλλὰ τῶν συνήθων νεανίσκων δύο θηλυφανεῖς μὲν ὀφθῆναι καὶ νεαρούς, ἀνδρώδεις δὲ τὰς ψυχὰς καὶ προθύμους, λουτροῖς τε θερμοῖς καὶ σκιατραφίαις καὶ ταῖς περὶ κόμην καὶ λειότητα καὶ χροιὰν ἀλοιφαῖς καὶ κοσμήσεσιν ὡς ἔστιν ἐξαλλάξαντα κομιδῇ, καὶ διδάξαντα φωνὴν καὶ σχῆμὰ καὶ βάδισιν ὡς ἔνι μάλιστα παρθένοις ὁμοιοῦσθαι καὶ μηδὲν φαίνεσθαι διαφέροντας, ἐμβαλεῖν εἰς τὸν τῶν παρθένων ἀριθμὸν καὶ διαλαθεῖν ἅπαντας: ἐπεὶ δὲ ἐπανῆλθεν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.