Click on a word to bring up parses, dictionary entries, and frequency statistics
13.
οἱ δὲ Παλλαντίδαι πρότερον μὲν ἤλπιζον αὐτοὶ τὴν βασιλείαν καθέξειν Αἰγέως ἀτέκνου τελευτήσαντος: ἐπεὶ δὲ Θησεὺς ἀπεδείχθη διάδοχος, χαλεπῶς φέροντες εἰ βασιλεύει μὲν Αἰγεὺς θετὸς γενόμενος Πανδίονι καὶ μηδὲν Ἐρεχθείδαις προσήκων, βασιλεύσει δ᾽ ὁ Θησεὺς πάλιν ἔπηλυς ὢν καὶ ξένος, εἰς πόλεμον καθίσταντο.
[2]
καὶ διελόντες ἑαυτοὺς οἱ μὲν ἐμφανῶς Σφηττόθεν ἐχώρουν ἐπὶ τὸ ἄστυ μετὰ τοῦ πατρός, οἱ δὲ Γαργηττοῖ κρύψαντες ἑαυτοὺς ἐνήδρευον, ὡς διχόθεν ἐπιθησόμενοι τοῖς ὑπεναντίοις. ἦν δὲ κῆρυξ μετ᾽ αὐτῶν, ἀνὴρ Ἁγνούσιος, ὄνομα Λεώς. οὗτος ἐξήγγειλε τῷ Θησεῖ τὰ βεβουλευμένα τοῖς Παλλαντίδαις.
[3]
ὁ δὲ ἐξαίφνης ἐπιπεσὼν τοῖς ἐνεδρεύουσι πάντας διέφθειρεν. οἱ δὲ μετὰ τοῦ Πάλλαντος πυθόμενοι διεσπάρησαν. ἐκ τούτου φασὶ τῷ Παλληνέων δήμῳ πρὸς τὸν Ἁγνουσίων ἐπιγαμίαν μὴ εἶναι, μηδὲ κηρύττεσθαι τοὐπιχώριον παρ᾽ αὐτοῖς ‘ἀκούετε λεῷ:’ μισοῦσι γὰρ τοὔνομα διὰ τὴν προδοσίαν τοῦ ἀνδρός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.