Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
τίς ἀνδρῶν ὁ βάς;
τίς ὁ μέγα θρασὺς ἐπεύξεται
χέρα φυγὼν ἐμάν;
695πόθεν νιν κυρήσω;
τίνι προσεικάσω,
ὅστις δι᾽ ὄρφνης ἦλθ᾽ ἀδειμάντῳ ποδὶ
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
Θεσσαλὸς ἢ
700παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
ἢ νησιώτην σποράδα κέκτηται βίον;
τίς ἦν; πόθεν; ποίας πάτρας;
ποῖον δ᾽ εὔχεται τὸν ὕπατον θεῶν;
— ἆρ᾽ ἔστ᾽ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
705εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι: τί μήν;
— δοκεῖς γάρ; — τί μὴν οὔ;
— θρασὺς γοῦν ἐς ἡμᾶς.
— τίν᾽ ἀλκήν; τίν᾽ αἰνεῖς; — Ὀδυσσῆ.
— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.