previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθήνα

595ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων
χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
εἰ μὴ κτανεῖν σφῷν Ἕκτορ᾽ Πάριν θεὸς
δίδωσιν; ἄνδρα δ᾽ οὐ πέπυσθε σύμμαχον
Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
600ὃς εἰ διοίσει νύκτα τήνδ᾽ ἐς αὔριον,
οὔτε σφ᾽ Ἀχιλλεὺς οὔτ᾽ ἂν Αἴαντος δόρυ
μὴ πάντα πέρσαι ναύσταθμ᾽ Ἀργείων σχέθοι,
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
605τοῦτον κατακτὰς πάντ᾽ ἔχεις. τὰς δ᾽ Ἕκτορος
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς:
ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.

Ὀδυσσεύς

δέσποιν᾽ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
τοῦ σοῦ συνήθη γῆρυν: ἐν πόνοισι γὰρ
610παροῦσ᾽ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε:
τὸν ἄνδρα δ᾽ ἡμῖν, ποῦ κατηύνασται, φράσον:
πόθεν τέτακται βαρβάρου στρατεύματος;

Ἀθήνα

ὅδ᾽ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
ἀλλ᾽ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
615Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ:
στίλβουσι δ᾽ ὥστε ποταμίου κύκνου πτερόν.
ταύτας, κτανόντες δεσπότην, κομίζετε,
620κάλλιστον οἴκοις σκῦλον: οὐ γὰρ ἔσθ᾽ ὅπου
τοιόνδ᾽ ὄχημα χθὼν κέκευθε πωλικόν.

Ὀδυσσεύς

Διόμηδες, σὺ κτεῖνε Θρῄκιον λεών,
'μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.

Διομήδης

ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ:
625τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
χρὴ δ᾽ ἄνδρα τάσσειν οὗ μάλιστ᾽ ἂν ὠφελοῖ.

Ἀθήνα

καὶ μὴν καθ᾽ ἡμᾶς τόνδ᾽ Ἀλέξανδρον βλέπω
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.

Διομήδης

630πότερα σὺν ἄλλοις μόνος πορεύεται;

Ἀθήνα

μόνος: πρὸς εὐνὰς δ᾽, ὡς ἔοικεν, Ἕκτορος
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.

Διομήδης

οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;

Ἀθήνα

οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
635τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
ἀλλ᾽ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
τάχυν᾽: ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
δοκοῦσ᾽ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ᾽ ἀμείψομαι.
640καὶ ταῦτ᾽ ἐγὼ μὲν εἶπον: ὃν δὲ χρὴ παθεῖν,
οὐκ οἶδεν οὐδ᾽ ἤκουσεν ἐγγὺς ὢν λόγου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Gilbert Murray, 1913)
load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: