previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἕκτωρ

ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον:
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
55μέλλουσι: σαίνει μ᾽ ἔννυχος φρυκτωρία.
δαῖμον, ὅστις μ᾽ εὐτυχοῦντ᾽ ἐνόσφισας
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
σύρδην ἅπαντα τῷδ᾽ ἀναλῶσαι δορί.
εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
60λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
κἀγὼ μὲν πρόθυμος ἱέναι δόρυ
ἐν νυκτὶ χρῆσθαί τ᾽ εὐτυχεῖ ῥύμῃ θεοῦ:
65ἀλλ᾽ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
κἄπειτ᾽ Ἀχαιῶν μηδέν᾽ ἐν χέρσῳ λιπεῖν.
οἳ δ᾽ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
βουλάς: ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
70ἀλλ᾽ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ᾽ ὕπνου,
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
οἳ δ᾽ ἐν βρόχοισι δέσμιοι λελημμένοι
75Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.

Χορός

Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον:
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.

Ἕκτωρ

τίς γὰρ πύρ᾽ αἴθειν πρόφασις Ἀργείων στρατόν;

Χορός

οὐκ οἶδ᾽: ὕποπτον δ᾽ ἐστὶ κάρτ᾽ ἐμῇ φρενί.

Ἕκτωρ

80πάντ᾽ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.

Χορός

οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.

Ἕκτωρ

οὐδ᾽ ὧδέ γ᾽ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.

Χορός

σὺ ταῦτ᾽ ἔπραξας: καὶ τὰ λοιπὰ νῦν σκόπει.

Ἕκτωρ

ἁπλοῦς ἐπ᾽ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Gilbert Murray, 1913)
load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: