previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἕκτωρ

νικᾶτ᾽, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
στείχων δὲ κοίμα συμμάχους: τάχ᾽ ἂν στρατὸς
κινοῖτ᾽ ἀκούσας νυκτέρους ἐκκλησίας.
140ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
κἂν μέν τιν᾽ ἐχθρῶν μηχανὴν πυθώμεθα,
σὺ πάντ᾽ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον:
ἐὰν δ᾽ ἀπαίρωσ᾽ ἐς φυγὴν ὁρμώμενοι,
σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
145ὡς οὐ μενοῦντά μ᾽: ἀλλὰ προσμείξω νεῶν
ὁλκοῖσι νυκτὸς τῆσδ᾽ ἐπ᾽ Ἀργείων στρατῷ.

Αἰνείας

πέμφ᾽ ὡς τάχιστα: νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
σὺν σοὶ δ᾽ ἔμ᾽ ὄψῃ καρτεροῦνθ᾽, ὅταν δέῃ.

Ἕκτωρ

τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
150θέλει κατόπτης ναῦς ἐπ᾽ Ἀργείων μολεῖν;
τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
τίς φησιν; οὔτοι πάντ᾽ ἐγὼ δυνήσομαι
πόλει πατρῴᾳ συμμάχοις θ᾽ ὑπηρετεῖν.

Δόλων

ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
155ῥίψας κατόπτης ναῦς ἐπ᾽ Ἀργείων μολεῖν,
καὶ πάντ᾽ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
ἥξω: ἐπὶ τούτοις τόνδ᾽ ὑφίσταμαι πόνον.

Ἕκτωρ

ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
Δόλων: πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
160νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.

Δόλων

οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δ᾽ ἄξιον
μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load focus English (Gilbert Murray, 1913)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: