previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
ἀπαρθένευτα μὲν τάδ᾽: εἰ δέ σοι δοκεῖ,
ἥξει, δι᾽ αἰδοῦς ὄμμ᾽ ἔχουσ᾽ ἐλεύθερον.
995εἰ δ᾽ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,
μενέτω κατ᾽ οἴκους: σεμνὰ γὰρ σεμνύνεται.
ὅμως δ᾽ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.

Ἀχιλλεύς

σὺ μήτε σὴν παῖδ᾽ ἔξαγ᾽ ὄψιν εἰς ἐμήν,
μήτ᾽ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι:
1000στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,
λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
πάντως δέ μ᾽ ἱκετεύοντέ θ᾽ ἥξετ᾽ εἰς ἴσον,
εἴ τ᾽ ἀνικέτευτος: εἷς ἐμοὶ γάρ ἐστ᾽ ἀγὼν
μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
1005ὡς ἕν γ᾽ ἀκούσασ᾽ ἴσθι, μὴ ψευδῶς μ᾽ ἐρεῖν:
ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
θάνοιμι: μὴ θάνοιμι δ᾽, ἢν σῴσω κόρην.

Κλυταιμήστρα

ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.

Ἀχιλλεύς

ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ᾽ ἔχῃ καλῶς.

Κλυταιμήστρα

1010τί τοῦτ᾽ ἔλεξας; ὡς ἀκουστέον γέ σου.

Ἀχιλλεύς

πειθώμεθ᾽ αὖτιςπατέρα βέλτιον φρονεῖν.

Κλυταιμήστρα

κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.

Ἀχιλλεύς

ἀλλ᾽ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.

Κλυταιμήστρα

ψυχρὰ μὲν ἐλπίς: τι δὲ χρή με δρᾶν φράσον.

Ἀχιλλεύς

1015ἱκέτευ᾽ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα:
ἢν δ᾽ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
γὰρ τὸ χρῇζον ἐπίθετ᾽, οὐ τοὐμὸν χρεὼν
χωρεῖν: ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
κἀγώ τ᾽ ἀμείνων πρὸς φίλον γενήσομαι,
1020στρατός τ᾽ ἂν οὐ μέμψαιτό μ᾽, εἰ τὰ πράγματα
λελογισμένως πράσσοιμι μᾶλλον σθένει.
καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις
σοί τ᾽ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. †

Κλυταιμήστρα

ὡς σώφρον᾽ εἶπας. δραστέον δ᾽ σοι δοκεῖ.
1025ἢν δ᾽ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,
ποῦ σ᾽ αὖθις ὀψόμεσθα, ποῦ; χρή μ᾽ ἀθλίαν
ἐλθοῦσαν εὑρεῖν σὴν χέρ᾽ ἐπίκουρον κακῶν;

Ἀχιλλεύς

ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
μή τίς σ᾽ ἴδῃ στείχουσαν ἐπτοημένην
1030Δαναῶν δι᾽ ὄχλου: μηδὲ πατρῷον δόμον
αἴσχυν᾽: γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
κακῶς ἀκούειν: ἐν γὰρ Ἕλλησιν μέγας.

Κλυταιμήστρα

ἔστιν τάδ᾽: ἄρχε: σοί με δουλεύειν χρεών.
εἰ δ᾽ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
1035ἐσθλῶν κυρήσεις: εἰ δὲ μή, τί δεῖ πονεῖν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: