previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐγὼ κάκιστος ἦν ἄρ᾽ Ἀργείων ἀνήρ,
945ἐγὼ τὸ μηδέν, Μενέλεως δ᾽ ἐν ἀνδράσιν,
ὡς οὐχὶ Πηλέως, ἀλλ᾽ ἀλάστορος γεγώς,
εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
μὰ τὸν δι᾽ ὑγρῶν κυμάτων τεθραμμένον
Νηρέα, φυτουργὸν Θέτιδος μ᾽ ἐγείνατο,
950οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,
οὐδ᾽ εἰς ἄκραν χεῖρ᾽, ὥστε προσβαλεῖν πέπλοις:
Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,
ὅθεν πεφύκασ᾽ οἱ στρατηλάται γένος,
Φθίας δὲ τοὔνομ᾽ οὐδαμοῦ κεκλήσεται.
955πικροὺς δὲ προχύτας χέρνιβάς τ᾽ ἀνάξεται
Κάλχας μάντις. τίς δὲ μάντις ἔστ᾽ ἀνήρ,
ὃς ὀλίγ᾽ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει
τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;
οὐ τῶν γάμων ἕκατιμυρίαι κόραι
960θηρῶσι λέκτρον τοὐμόνεἴρηται τόδε:
ἀλλ᾽ ὕβριν ἐς ἡμᾶς ὕβρισ᾽ Ἀγαμέμνων ἄναξ.
χρῆν δ᾽ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ᾽ ἐμοῦ πάρα,
θήραμα παιδός: Κλυταιμήστρα δ᾽ ἐμοὶ
μάλιστ᾽ ἐπείσθη θυγατέρ᾽ ἐκδοῦναι πόσει.
965ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον
ἐν τῷδ᾽ ἔκαμνε νόστος: οὐκ ἠρνούμεθ᾽ ἂν
τὸ κοινὸν αὔξειν ὧν μέτ᾽ ἐστρατευόμην.
νῦν δ᾽ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις
ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.
970τάχ᾽ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας
ἐλθεῖν, † φόνου κηλῖσιν αἵματιχρανῶ,
εἴ τίς με τὴν σὴν θυγατέρ᾽ ἐξαιρήσεται.
ἀλλ᾽ ἡσύχαζε: θεὸς ἐγὼ πέφηνά σοι
μέγιστος, οὐκ ὤν: ἀλλ᾽ ὅμως γενήσομαι.

Χορός

975ἔλεξας, παῖ Πηλέως, σοῦ τ᾽ ἄξια
καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.

Κλυταιμήστρα

Κλυταιμήστρα

φεῦ:
πῶς ἄν σ᾽ ἐπαινέσαιμι μὴ λίαν λόγοις,
μηδ᾽ ἐνδεὴς τοῦδ᾽ ἀπολέσαιμι τὴν χάριν;
αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ
980μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσ᾽ ἄγαν.
αἰσχύνομαι δὲ παραφέρουσ᾽ οἰκτροὺς λόγους,
ἰδίᾳ νοσοῦσα: σὺ δ᾽ ἄνοσος κακῶν ἐμῶν.
ἀλλ᾽ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν
ἀνὴρ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
985οἴκτιρε δ᾽ ἡμᾶς: οἰκτρὰ γὰρ πεπόνθαμεν:
πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσ᾽ ἔχειν,
κενὴν κατέσχον ἐλπίδ᾽: εἶτά σοι τάχα
ὄρνις γένοιτ᾽ ἂν τοῖσι μέλλουσιν γάμοις
θανοῦσ᾽ ἐμὴ παῖς, σε φυλάξασθαι χρεών.
990ἀλλ᾽ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη:
σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: