previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλυταιμήστρα

ὄρνιθα μὲν τόνδ᾽ αἴσιον ποιούμεθα,
τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν:
ἐλπίδα δ᾽ ἔχω τιν᾽ ὡς ἐπ᾽ ἐσθλοῖσιν γάμοις
610πάρειμι νυμφαγωγός. ἀλλ᾽ ὀχημάτων
ἔξω πορεύεθ᾽ ἃς φέρω φερνὰς κόρῃ,
καὶ πέμπετ᾽ ἐς μέλαθρον εὐλαβούμενοι.
σὺ δ᾽, τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θ᾽ ἅμα.
615ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι
δέξασθε καὶ πορεύσατ᾽ ἐξ ὀχημάτων.
κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
αἳ δ᾽ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν:
620φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν:
καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
λάζυσθ᾽, Ὀρέστην: ἔτι γάρ ἐστι νήπιος.
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
ἔγειρ᾽ ἀδελφῆς ἐφ᾽ ὑμέναιον εὐτυχῶς:
625ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν
λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον:
πρὸς μητέρ᾽, Ἰφιγένεια, μακαρίαν δέ με
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
630καὶδεῦρο δὴπατέρα πρόσειπε σὸν φίλον.

Ἰφιγένεια

μῆτερ, ὑποδραμοῦσά σ᾽: ὀργισθῇς δὲ μή:
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.

Κλυταιμήστρα

σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.

Ἰφιγένεια

635ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν᾽, πάτερ,
ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου:
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.

Κλυταιμήστρα

ἀλλ᾽, τέκνον, χρή: φιλοπάτωρ δ᾽ ἀεί ποτ᾽ εἶ
μάλιστα παίδων τῷδ᾽ ὅσους ἐγὼ 'τεκον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: