Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ τεκών με τὰν τάλαιναν,
ὦ μᾶτερ ὦ μᾶτερ,
οἴχεται προδοὺς ἔρημον.
1315ὦ δυστάλαιν᾽ ἐγώ, πικρὰν
πικρὰν ἰδοῦσα δυσελέναν,
φονεύομαι διόλλυμαι
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
μή μοι ναῶν χαλκεμβολάδων
1320πρύμνας ἅδ᾽ Αὐλὶς δέξασθαι
τούσδ᾽ εἰς ὅρμους ἐς Τροίαν
ὤφελεν ἐλάταν πομπαίαν,
μηδ᾽ ἀνταίαν Εὐρίπῳ
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
1325αὔραν ἄλλοις ἄλλαν θνατῶν
λαίφεσι χαίρειν,
τοῖσι δὲ λύπαν, τοῖσι δ᾽ ἀνάγκαν,
τοῖς δ᾽ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
τοῖσι δὲ μέλλειν.
1330ἦ πολύμοχθον ἄρ᾽ ἦν γένος, ἦ πολύμοχθον
ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
ἀνδράσιν ἀνευρεῖν.
ἰὼ ἰώ,
μεγάλα πάθεα, μεγάλα δ᾽ ἄχεα
1335Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.