previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1185εἶἑν:
θύσειςδὲ παῖδ᾽, ἔνθατίνας εὐχὰς ἐρεῖς;
τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
νόστον πονηρόν, οἴκοθέν γ᾽ αἰσχρῶς ἰών;
ἀλλ᾽ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
οὔ τἄρ᾽ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθ᾽ ἄν,
1190εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;
ἥκων δ᾽ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
ἀλλ᾽ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
παίδων σ᾽, ἵν᾽ αὐτῶν προσέμενος κτάνῃς τινά;
ταῦτ᾽ ἦλθες ἤδη διὰ λόγων, σκῆπτρά σοι
1195μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν:
Βούλεσθ᾽, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
κλῆρον τίθεσθε παῖδ᾽ ὅτου θανεῖν χρεών.
ἐν ἴσῳ γὰρ ἦν τόδ᾽, ἀλλὰ μὴ σὲ ἐξαίρετον
1200σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,
Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
οὗπερ τὸ πρᾶγμ᾽ ἦν. νῦν δ᾽ ἐγὼ μὲν τὸ σὸν
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
δ᾽ ἐξαμαρτοῦσ᾽, ὑπότροφον νεάνιδα
1205Σπάρτῃ κομίζουσ᾽, εὐτυχὴς γενήσεται.
τούτων ἄμειψαί μ᾽ εἴ τι μὴ καλῶς λέγω:
εἰ δ᾽ εὖ λέλεκται, † νῶι μὴ δή γε κτάνῃς
τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.

Χορός

πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
1210Ἀγάμεμνον: οὐδεὶς πρὸς τάδ᾽ ἀντερεῖ βροτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Appendix
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: