Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
1080σὲ δ᾽ ἐπὶ κάρα στέψουσι καλλικόμαν
πλόκαμον Ἀργεῖοι, βαλιὰν
ὥστε πετραίων ἀπ᾽ ἄντρων
† ἐλθοῦσαν ὀρέων †
μόσχον ἀκήρατον, βρότειον
αἱμάσσοντες λαιμόν:
1085οὐ σύριγγι τραφεῖσαν οὐδ᾽
ἐν ῥοιβδήσεσι βουκόλων,
παρὰ δὲ ματέρι νυμφοκόμον
Ἰναχίδαις γάμον.
ποῦ τὸ τᾶς Αἰδοῦς
1090ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει
σθένειν τι πρόσωπον,
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
δύνασιν, ἁ δ᾽ Ἀρετὰ κατόπι-
σθεν θνατοῖς ἀμελεῖται,
1095Ἀνομία δὲ νόμων κρατεῖ,
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
μή τις θεῶν φθόνος ἔλθῃ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.