previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διόνυσος

σὲ τὸν πρόθυμον ὄνθ᾽ μὴ χρεὼν ὁρᾶν
σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω,
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
915σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,
μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος:
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.

Πενθεύς

καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον:
920καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς
καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
ἀλλ᾽ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.

Διόνυσος

θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
ἔνσπονδος ἡμῖν: νῦν δ᾽ ὁρᾷς χρή σ᾽ ὁρᾶν.

Πενθεύς

925τί φαίνομαι δῆτ᾽; οὐχὶ τὴν Ἰνοῦς στάσιν
τὴν Ἀγαύης ἑστάναι, μητρός γ᾽ ἐμῆς;

Διόνυσος

αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ᾽ ὁρῶν.
ἀλλ᾽ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ᾽ ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.

Πενθεύς

930ἔνδον προσείων αὐτὸν ἀνασείων τ᾽ ἐγὼ
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.

Διόνυσος

ἀλλ᾽ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν: ἀλλ᾽ ὄρθου κάρα.

Πενθεύς

ἰδού, σὺ κόσμει: σοὶ γὰρ ἀνακείμεσθα δή.

Διόνυσος

935ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.

Πενθεύς

κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα:
τἀνθένδε δ᾽ ὀρθῶς παρὰ τένοντ᾽ ἔχει πέπλος.

Διόνυσος

πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
940ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.

Πενθεύς

πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;

Διόνυσος

ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ
αἴρειν νιν: αἰνῶ δ᾽ ὅτι μεθέστηκας φρενῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (T. A. Buckley, 1850)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: