previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγαύη

1280ἔα, τί λεύσσω; τί φέρομαι τόδ᾽ ἐν χεροῖν;

Κάδμος

ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.

Ἀγαύη

ὁρῶ μέγιστον ἄλγος τάλαιν᾽ ἐγώ.

Κάδμος

μῶν σοι λέοντι φαίνεται προσεικέναι;

Ἀγαύη

οὔκ, ἀλλὰ Πενθέως τάλαιν᾽ ἔχω κάρα.

Κάδμος

1285ᾠμωγμένον γε πρόσθεν σὲ γνωρίσαι.

Ἀγαύη

τίς ἔκτανέν νιν; --πῶς ἐμὰς ἦλθεν χέρας;

Κάδμος

δύστην᾽ ἀλήθει᾽, ὡς ἐν οὐ καιρῷ πάρει.

Ἀγαύη

λέγ᾽, ὡς τὸ μέλλον καρδία πήδημ᾽ ἔχει.

Κάδμος

σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.

Ἀγαύη

1290ποῦ δ᾽ ὤλετ᾽; κατ᾽ οἶκον; ποίοις τόποις;

Κάδμος

οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.

Ἀγαύη

τί δ᾽ ἐς Κιθαιρῶν᾽ ἦλθε δυσδαίμων ὅδε;

Κάδμος

ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.

Ἀγαύη

ἡμεῖς δ᾽ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;

Κάδμος

1295ἐμάνητε, πᾶσά τ᾽ ἐξεβακχεύθη πόλις.

Ἀγαύη

Διόνυσος ἡμᾶς ὤλεσ᾽, ἄρτι μανθάνω.

Κάδμος

ὕβριν γ᾽ ὑβρισθείς: θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.

Ἀγαύη

τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;

Κάδμος

ἐγὼ μόλις τόδ᾽ ἐξερευνήσας φέρω.

Ἀγαύη

1300 πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;

Κάδμος


*

Ἀγαύη

Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ᾽ ἐμῆς;

Κάδμος

ὑμῖν ἐγένεθ᾽ ὅμοιος, οὐ σέβων θεόν.
τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
ὑμᾶς τε τόνδε θ᾽, ὥστε διολέσαι δόμους
1305κἄμ᾽, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς
τῆς σῆς τόδ᾽ ἔρνος, τάλαινα, νηδύος
αἴσχιστα καὶ κάκιστα κατθανόνθ᾽ ὁρῶ,
δῶμ᾽ ἀνέβλεφ᾽--ὃς συνεῖχες, τέκνον,
τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
1310πόλει τε τάρβος ἦσθα: τὸν γέροντα δὲ
οὐδεὶς ὑβρίζειν ἤθελ᾽ εἰσορῶν τὸ σὸν
κάρα: δίκην γὰρ ἀξίαν ἐλάμβανες.
νῦν δ᾽ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
Κάδμος μέγας, ὃς τὸ Θηβαίων γένος
1315ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
φίλτατ᾽ ἀνδρῶν--καὶ γὰρ οὐκέτ᾽ ὢν ὅμως
τῶν φιλτάτων ἔμοιγ᾽ ἀριθμήσῃ, τέκνον--
οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,
τὸν 20μητρὸς20 αὐδῶν 20πατέρα20 προσπτύξῃ, τέκνον,
1320λέγων: Τίς ἀδικεῖ, τίς σ᾽ ἀτιμάζει, γέρον;
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
λέγ᾽, ὡς κολάζω τὸν ἀδικοῦντά σ᾽, πάτερ.
νῦν δ᾽ ἄθλιος μέν εἰμ᾽ ἐγώ, τλήμων δὲ σύ.
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
1325εἰ δ᾽ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,
ἐς τοῦδ᾽ ἀθρήσας θάνατον ἡγείσθω θεούς.

Χορός

τὸ μὲν σὸν ἀλγῶ, Κάδμε: σὸς δ᾽ ἔχει δίκην
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.

Ἀγαύη

πάτερ, ὁρᾷς γὰρ τἄμ᾽ ὅσῳ μετεστράφη ...

*

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (T. A. Buckley, 1850)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: