Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀγαύη
Ἀσιάδες βάκχαι — Χορός
τί μ᾽ ὀροθύνεις, ὤ; Ἀγαύη
φέρομεν ἐξ ὀρέων
1170ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακάριον θήραν. Χορός
ὁρῶ καί σε δέξομαι σύγκωμον. Ἀγαύη
ἔμαρψα τόνδ᾽ ἄνευ βρόχων
λέοντος ἀγροτέρου νέον ἶνιν:
1175ὡς ὁρᾶν πάρα. Χορός
πόθεν ἐρημίας; Ἀγαύη
Κιθαιρὼν ... Χορός
Κιθαιρών; Ἀγαύη
κατεφόνευσέ νιν. Χορός
τίς ἁ βαλοῦσα; Ἀγαύη
πρῶτον ἐμὸν τὸ γέρας.
1180μάκαιρ᾽ Ἀγαύη κλῃζόμεθ᾽ ἐν θιάσοις. Χορός
τίς ἄλλα; Ἀγαύη
τὰ Κάδμου ... Χορός
τί Κάδμου; Ἀγαύη
γένεθλα
μετ᾽ ἐμὲ μετ᾽ ἐμὲ τοῦδ᾽
ἔθιγε θηρός: εὐτυχής γ᾽ ἅδ᾽ ἄγρα. Χορός
*
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.