previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγγελος

Ἄγγελος

ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
1045λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
Πενθεύς τε κἀγώ--δεσπότῃ γὰρ εἱπόμην--
ξένος θ᾽ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.

πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
1050σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
ἦν δ᾽ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
καθῆντ᾽ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
1055κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
αἳ δ᾽, ἐκλιποῦσαι ποικίλ᾽ ὡς πῶλοι ζυγά,
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
Πενθεὺς δ᾽ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
ἔλεξε τοιάδ᾽: ξέν᾽, οὗ μὲν ἕσταμεν,
1060οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων:
ὄχθων δ᾽ ἔπ᾽, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
ἴδοιμ᾽ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.

τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμ᾽ ὁρῶ:
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
1065κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον:
κυκλοῦτο δ᾽ ὥστε τόξον κυρτὸς τροχὸς
τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον:
ὣς κλῶν᾽ ὄρειον ξένος χεροῖν ἄγων
ἔκαμπτεν ἐς γῆν, ἔργματ᾽ οὐχὶ θνητὰ δρῶν.
1070Πενθέα δ᾽ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾽ ἄνω
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
ὀρθὴ δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο,
ἔχουσα νώτοις δεσπότην ἐφήμενον:
1075ὤφθη δὲ μᾶλλον κατεῖδε μαινάδας.
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
καὶ τὸν ξένον μὲν οὐκέτ᾽ εἰσορᾶν παρῆν,
ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
Διόνυσος, ἀνεβόησεν: νεάνιδες,
1080ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾽ ὄργια
γέλων τιθέμενον: ἀλλὰ τιμωρεῖσθέ νιν.
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πρὸς οὐρανὸν
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (T. A. Buckley, 1850)
hide References (2 total)
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: