previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος

Ἄγγελος

ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
βαίνων, πυθέσθαι δεόμενος τά τ᾽ ἀμφὶ σοῦ
τά τ᾽ ἀμφ᾽ Ὀρέστου: σῷ γὰρ εὔνοιαν πατρὶ
ἀεί ποτ᾽ εἶχον, καί μ᾽ ἔφερβε σὸς δόμος
870πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
ὁρῶ δ᾽ ὄχλον στείχοντα καὶ θάσσοντ᾽ ἄκραν,
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
διδόντ᾽ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
ἀστῶν δὲ δή τιν᾽ ἠρόμην ἄθροισμ᾽ ἰδών:
875Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
ἄγγελμ᾽ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
δ᾽ εἶπ᾽: Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
στείχοντ᾽, ἀγῶνα θανάσιμον δραμούμενον;

ὁρῶ δ᾽ ἄελπτον φάσμ᾽, μήποτ᾽ ὤφελον,
880Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ᾽ ὁμοῦ,
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
τὸν δ᾽ ὥστ᾽ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
νόσημα κηδεύοντα παιδαγωγίᾳ.
ἐπεὶ δὲ πλήρης ἐγένετ᾽ Ἀργείων ὄχλος,
885κῆρυξ ἀναστὰς εἶπε: Τίς χρῄζει λέγειν,
πότερον Ὀρέστην κατθανεῖν μὴ χρεών,
μητροκτονοῦντα; κἀπὶ τῷδ᾽ ἀνίσταται
Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
ἔλεξε δ᾽, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
890διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
σὸν δ᾽ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
ἐς τοὺς τεκόντας οὐ καλούς: τὸ δ᾽ ὄμμ᾽ ἀεὶ
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
895τὸ γὰρ γένος τοιοῦτον: ἐπὶ τὸν εὐτυχῆ
πηδῶσ᾽ ἀεὶ κήρυκες: ὅδε δ᾽ αὐτοῖς φίλος,
ὃς ἂν δύνηται πόλεος ἔν τ᾽ ἀρχαῖσιν .

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: