previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἠλέκτρα

γυναῖκες, που τῶνδ᾽ ἀφώρμηται δόμων
845τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;

Χορός

ἥκιστα: πρὸς δ᾽ Ἀργεῖον οἴχεται λεών,
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
δώσων, ἐν ζῆν θανεῖν ὑμᾶς χρεών.

Ἠλέκτρα

οἴμοι: τί χρῆμ᾽ ἔδρασε; τίς δ᾽ ἔπεισέ νιν;

Χορός

850Πυλάδης: ἔοικε δ᾽ οὐ μακρὰν ὅδ᾽ ἄγγελος
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.

Ἄγγελος

τλῆμον, δύστηνε τοῦ στρατηλάτου
Ἀγαμέμνονος παῖ, πότνι᾽ Ἠλέκτρα, λόγους
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.

Ἠλέκτρα

855αἰαῖ, διοιχόμεσθα: δῆλος εἶ λόγῳ.
κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.

Ἄγγελος

ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
καὶ σέ, τάλαιν᾽, ἔδοξε τῇδ᾽ ἐν ἡμέρᾳ.

Ἠλέκτρα

οἴμοι: προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
860πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
λέγ᾽, γεραιέ: πότερα λευσίμῳ χερὶ
διὰ σιδήρου πνεῦμ᾽ ἀπορρῆξαί με δεῖ,
865κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: