previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος

τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;

Ὀρέστης

μισούμεθ᾽ οὕτως ὥστε μὴ προσεννέπειν.

Μενέλαος

οὐδ᾽ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;

Ὀρέστης

430ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.

Μενέλαος

τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;

Ὀρέστης

Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.

Μενέλαος

συνῆκα: Παλαμήδους σε τιμωρεῖ φόνου.

Ὀρέστης

οὗ γ᾽ οὐ μετῆν μοι: διὰ τριῶν δ᾽ ἀπόλλυμαι.

Μενέλαος

435τίς δ᾽ ἄλλος; που τῶν ἀπ᾽ Αἰγίσθου φίλων;

Ὀρέστης

οὗτοί μ᾽ ὑβρίζουσ᾽, ὧν πόλις τὰ νῦν κλύει.

Μενέλαος

Ἀγαμέμνονος δὲ σκῆπτρ᾽ ἐᾷ σ᾽ ἔχειν πόλις;

Ὀρέστης

πῶς, οἵτινες ζῆν οὐκ ἐῶσ᾽ ἡμᾶς ἔτι;

Μενέλαος

τί δρῶντες τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;

Ὀρέστης

440ψῆφος καθ᾽ ἡμῶν οἴσεται τῇδ᾽ ἡμέρᾳ.

Μενέλαος

φεύγειν πόλιν τήνδ᾽; θανεῖν μὴ θανεῖν;

Ὀρέστης

θανεῖν ὑπ᾽ ἀστῶν λευσίμῳ πετρώματι.

Μενέλαος

κᾆτ᾽ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;

Ὀρέστης

κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.

Μενέλαος

445ἰδίᾳ πρὸς ἐχθρῶν πρὸς Ἀργείας χερός;

Ὀρέστης

πάντων πρὸς ἀστῶν, ὡς θάνω: βραχὺς λόγος.

Μενέλαος

μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.

Ὀρέστης

ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
ἀλλ᾽ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
450μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλ᾽ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
ὄνομα γάρ, ἔργον δ᾽ οὐκ ἔχουσιν οἱ φίλοι
455οἱ μὴ 'πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.

Χορός

καὶ μὴν γέροντι δεῦρ᾽ ἁμιλλᾶται ποδὶ
Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.

Ὀρέστης

ἀπωλόμην, Μενέλαε: Τυνδάρεως ὅδε
460στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ᾽ αἰδώς μ᾽ ἔχει
ἐς ὄμματ᾽ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
καὶ γάρ μ᾽ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματ᾽ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδ᾽ ἀγκάλαισι περιφέρων, Λήδα θ᾽ ἅμα,
465τιμῶντέ μ᾽ οὐδὲν ἧσσον Διοσκόρω:
οἷς, τάλαινα καρδία ψυχή τ᾽ ἐμή,
ἀπέδωκ᾽ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: